Перевод: с греческого на все языки

со всех языков на греческий

παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν

  • 1 χείρ

    χείρ (χερός, χερί, χέρα, χερσίν), χέρας; χειρός, χειρί, χεῖρα), χεῖρες, -ῶν, -εσσιν), - ας; dual. χεροῖν.)
    1 hand
    a in carrying, seizing, simm.

    ὅρμοισι χέρας ἀναπλέκοντι O. 2.74

    φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν O. 7.1

    σκύταλον τίναξε χερσίν O. 9.30

    ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων O. 10.72

    οὐ χρὴ τὰ πολλὰ βέλεα καρτύνειν χεροῖν O. 13.95

    χερὶ διδύμᾳ P. 2.9

    χερσὶ δ' ἄρα Κρονίων ῥίψαις P. 3.57

    χρυσέαν χείρεσσι λαβὼν φιάλαν P. 4.193

    θεοδμάτων ὀχέων ἐφαπτομένα χερὶ κούφᾳ P. 9.11

    δισσαῖσι δοιοὺς αὐχένων μάρψαις ἀφύκτοις χερσὶν ἑαῖς ὄφιας N. 1.45

    ἐν χερὶ δ' Ἀμφιτρύων κολεοῦ γυμνὸν τινάσσων φάσγανον ἵκετ N. 1.52

    χερσὶ θαμινὰ βραχυσίδαρον ἄκοντα πάλλων N. 3.44

    ὥρα πότνια, τὸν μὲν ἡμέροις ἀνάγκας χερσὶ βαστάζεις, ἕτερον δ' ἑτέραις N. 8.3

    χειρὸς ἕλκων ὀπίσσω N. 11.32

    ἁνία τ' ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ I. 1.15

    οἶά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς I. 1.24

    σφετέρας δ' οὐ φείσατο χερσὶν βαρυφθόγγοιο νευρᾶς Ἡρακλέης I. 6.34

    βέλος διώξει χερὶ I. 8.35

    ]

    χειρὶ μελέων ἄπο ποικίλον [σπά]ργανον ἔρριψεν Pae. 20.11

    χερσίν τ' ἐν μαλακαῖσιν ὅρπακ ἀγλαὸν δάφνας ὀχέοισα Παρθ. 2.. ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον fr. 166. 3.
    b of physical combat, contests of strength, simm. “οὗτος ἐγὼ ταχυτᾶτι· χεῖρες δὲ καὶ ἦτορ ἴσονO. 4.25

    φράσαι χειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον O. 8.75

    τίς δὴ ποταίνιον ἔλαχε στέφανον χείρεσσι ποσίν τε καὶ ἅρματι O. 10.62

    τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷ O. 10.100

    χερσὶ βιαταὶ P. 1.42

    χείρεσσιν ἢ βουλαῖς P. 4.72

    ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις τὰ μέγιστ' ἀέθλων ἕλῃ P. 10.23

    εἰ δ' ὄλβον ἢ χειρῶν βίαν ἢ σιδαρίταν ἐπαινῆσαι πόλεμον δεδόκηται N. 5.19

    χεῖρας ἱμάντι δεθεὶς N. 6.35

    Μελησίαν χειρῶν τε καὶ ἰσχύος ἁνίοχον N. 6.66

    ἔβλαστεν δ' υἱὸς Οἰνώνας βασιλεὺς χειρὶ καὶ βουλαῖς ἄριστος (τουτέστι ἀνδρείᾳ καὶ φρονήσει Σ.) N. 8.8

    χερσὶ καὶ ψυχᾷ δυνατοί N. 9.39

    σὺν ποδῶν χειρῶν τε νικᾶσαι σθένει N. 10.48

    ἔρνεσι φράξαι χεῖρα I. 1.66

    οὐκ ἐμέμφθη ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός I. 2.21

    ὅντιν' ἀθρόοι στέφανοι χερσὶ νικάσαντ ἀνέδησαν ἔθειραν ἢ ταχυτᾶτι ποδῶν I. 5.9

    αἰνέω καὶ Πυθέαν χερσὶ δεξιόν, νόῳ ἀντίπαλον I. 5.61

    υἱὸν χεῖρας Ἄρεί λτ;τγτ; ἐναλίγκιον στεροπαῖσί τ' ἀκμὰν ποδῶν (Hermann: ἄρει χεῖρας codd.) I. 8.37

    ἄνδρας ἀφύκτᾳ χερὶ κλονέων I. 8.65

    c of violence ἄλλον ὕπερθε βάλλων, ἄλλον δ' ὑπὸ χειρῶν μέτρῳ καταβαίνει (sic codd.: post χειρῶν distinxit Bergk) P. 8.77 τὸν δὴ Κλυταιμήστρας χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος (Er. Schmid: χερῶν codd.) P. 11.18

    ἐγχεσφόροις ἐπιμείξαις Αἰθιόπεσσι χεῖρας N. 3.62

    λατρίαν Ἰαολκὸν πολεμίᾳ χερὶ προστραπὼν Πηλεὺς N. 4.55

    κείνων λυθέντες σαῖς ὑπὸ χερσίν, ἄναξ fr. 35. χ]εῖρας ἀραιάς (supp. Bowra) Πα. 13. b. 4.
    d of swearing, praying, salutation

    χεῖρας ἀντεῖναι O. 7.65

    φίλας ὤρεγον χεῖρας P. 4.240

    , cf. P. 4.37, P. 9.122

    πίτναν τ' ἐς αἰθέρα χεῖρας ἁμᾶ N. 5.11

    ὁ δ' ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους I. 6.41

    e of labour, work

    οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷ O. 2.63

    ἀριστοπόνοις χερσὶ κρατεῖν O. 7.51

    ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαιςO. 8.42

    ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους P. 2.8

    f of love, friendship, tenderness “ χειρί οἱ χεῖρ' ἀντερείσαιςP. 4.37

    μαλακὰν χέρα προσβάλλοντα P. 4.271

    ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖνP. 9.36

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν P. 9.122

    cf. P. 4.240, N. 11.32
    g of direction

    σχεθών νιν ἐπὶ δεξιὰ χειρὸς P. 6.19

    ἐν τεμένεσσι δόμον ἔχει τεοῖς, ἀμφοτέρας ἰὼν χειρός N. 7.94

    δεξιὰν κατὰ χεῖρα πατρός fr. 146. 2.
    h of giving

    φίλοις ἄνδρα μᾶλλον εὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέρα O. 2.94

    χρυσὸς ἐν χερσὶν φανεὶς P. 3.55

    i of admonition

    ὀρθᾷ χερὶ ἐρύκετον ψευδέων ἐνιπὰν ἀλιτόξενον O. 10.4

    Νόμος ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί fr. 169. 4.
    j fragg. χερὶ fr. 33a.

    πρὸς ὄμμα βαλὼν χερὶ Pae. 15.6

    χεῖρ' Ἀκιδαλίας fr. 244. χειρὸς ἀκμᾷ fr. 334b. 9. χερί τε κρ[ P. Oxy. 2450, fr. 7.

    Lexicon to Pindar > χείρ

  • 2 αἱρέω

    αἱρέω (aor. ἕλεν), ἕλον, εἷλε; ἕλῃ; ἑλών; ἑλεῖν: med. εἵλετ. pres. not found, cf. P. 1.75).
    1 act.
    a take up, take away

    φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼν δωρήσεται νεανίᾳ γαμβρῷ O. 7.1

    λέγοντι μὰν Ζηνὸς τέχναις ἀνάπωτιν ἐξαίφνας ἄντλον ἑλεῖν O. 9.53

    b seize, capture, overcome

    ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας ἵππον πτερόεντ O. 13.84

    Πηλεὺς ὃς καὶ Ἰαολκὸν εἷλε μόνος ἄνευ στρατιᾶς N. 3.34

    οὐ τετραορίας γε πρὶν δυώδεκα πέτρῳ ἥροάς τ' ἐπεμβεβαῶτας ἱπποδάμους ἕλεν δὶς τόσους (sc. Ἀλκυονεύς. overcame.) N. 4.29

    εἶλε δὲ Περγαμίαν I. 6.31

    ἕλον δ' Ἀμύκλας Αἰγεῖδαι I. 7.14

    Εὔ]βοιαν ἕλον καὶ ἔνασσαν Pae. 5.36

    εἷλε Μήδειαν ἐν Κόλχων δόμοις fr. 172. 7. cf. infra (e).
    c win, gain

    νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδων νίκαν τριακοστὰν ἑλών O. 8.66

    ἀμφοτέροισι δ' ἀνὴρ ὃς ἂν ἐγκύρσῃ καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται P. 1.100

    εὐμενέσσι γὰρ παρὰ Κρονίδαις γλυκὺν ἑλὼν βίοτον P. 2.26

    στεφάνοις, τοὺς ἀριστεύων Φερένικος ἕλεν Κίρρᾳ ποτέ P. 3.74

    εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλών P. 5.21

    ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει οἶον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι πρὶν μέσον ἆμαρ ἑλεῖν ὠκύτατον γάμον (post ἑλεῖν distinx. codd., post ἆμαρ Bergk. ἑλεῖν Byz.: ἐλθεῖν codd.) P. 9.113

    ὃς ἂν τὰ μέγιστ' ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει P. 10.24

    τίς ἄκρον ἑλὼν ἡσυχᾷ τε νεμόμενος αἰνὰν ὕβριν ἀπέφυγεν; P. 11.55

    καὶ παγκρατίῳ φθέγξαι ἑλεῖν Ἐπιδαύρῳ διπλόαν νικῶντ' ἀρετάν N. 5.52

    εὐθεῖα δὴ κέλευθος ἀρετὰν ἑλεῖν fr. 108a. 3. met.,

    κόρῳ δ' ἕλεν ἄταν ὑπέροπλον O. 1.56

    ἀνὴρ ἐξαίρετον ἕλε μόχθον (Byz.: ἔσχε, ἔχε codd.) P. 2.30
    d take, grasp

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν P. 9.122

    e in zeugma, overcome, win

    ἕλεν δ' Οἰνομάου βίαν παρθένον τε σύνευνον O. 1.88

    2 med.
    a choose

    ἐπεὶ τοῦτον, ἢ πάμπαν θεὸς ἔμμεναι οἰκεῖν τ' οὐρανῷ, εἵλετ αἰῶνα Πολυδεύκης N. 10.59

    — [
    b dub. (ἀν ελέσθαι (v. l. ἀρέσθαι.) O. 9.102 αἱρέομαι (codd. contra met.: ἀρέομαι Dawes.) P. 1.75]

    Lexicon to Pindar > αἱρέω

  • 3 παρθένος

    παρθένος (-ος, -ου, -οιο coni., -ῳ, -ον; -οι, -ων, -οισι.)
    1 unmarried girl ἕλεν δ' Οἰνομάου βίαν παρθένον τε σύνευνον Hippodameia O. 1.88

    Ζεφυρία Λοκρὶς παρθένος P. 2.19

    ἅλικες οἷα παρθένοι φιλέοισιν ἑταῖραι ἑσπερίαις ὑποκουρίζεσθ' ἀοιδαῖς P. 3.18

    ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος Koronis P. 3.34 ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ Cyrene P. 9.6 ἄκουσεν Δαναόν ποτ' ἐν Ἄργει οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι γάμον i. e. his daughters P. 9.113 παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν the daughter of Antaios P. 9.122

    παντᾷ δὲ χοροὶ παρθένων λυρᾶν τε βοαὶ καναχαί τ' αὐλῶν δονέονται P. 10.38

    τὸν Ἱπποκλέαν θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, νέαισίν τε παρθένοισι μέλημα P. 10.59

    ἀλλά οἱ παρά τε πυρὰν τάφον θ' Ἑλικώνιαι παρθένοι στάν the Muses I. 8.57

    ἱστάμεναι χορὸν [ταχύ]ποδα παρθένοι Pae. 2.100

    ἀλλὰ παρθένοι γάρ, ἴσθ' ὅτι, Μοῖσαι, πάντα Pae. 6.54

    βαθύκολπον ἀνερέψατο παρθένον Αἴγιναν Pae. 6.136

    ].. παρθ[έ]νῳ σὺν πομ[ Πα. 7C. a. 4. Λάκαινα μὲν παρθένων ἀγέλα fr. 112. ἔστι μοι πατρίδ' ἀρχαίαν κτενὶ Πιερίδ[ων ὥ]στε χαίταν παρθένου ξανθ[ ( ἀγάλλειν e. g. supp. Snell) fr. 215. 7. as epith. of Artemis,

    ἰοχέαιρα παρθένος P. 2.9

    of Athene,

    κυάναιγις παρθένος O. 13.71

    παρ-

    θένος αὐλῶν τεῦχε πάμφωνον μέλος P. 12.19

    of Hekate,

    φοινικόπεζα παρθένος εὐμενὴς Ἑκάτα Pae. 2.77

    of the Sphinx, αἴνιγμα παρθένοἰ ἐξ ἀγριᾶν γνάθων (Snell: παρθένου codd.) fr. 177d. frag., τὸ δὲ παρθε[ν ?fr. 333a. 12.

    Lexicon to Pindar > παρθένος

  • 4 κεδνός

    κεδνός (-οί, -ῶν; -ᾷ, -άν, -αί: superl. m. - ότατον.)
    a dear, cherished of relatives.

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν P. 9.122

    τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς; I. 1.5

    Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον ἐπιχθονίων I. 8.22

    ἤτορι δὲ φίλῳ παῖς ἅτε ματέρι κεδνᾷ Pae. 6.12

    ἀλλ' οὔτε ματέῤ ἔπειτα κεδνὰν ἔιδεν Pae. 6.105

    b good in respectful address. “ κεδνοὶ πολῖταιP. 4.117
    c of things, prized, dear as belonging to one's family.

    κατακρύπτει δ' οὐ κόνις συγγόνων κεδνὰν χάριν O. 8.80

    ἐν δ' ἀγαθοῖσι κεῖται πατρώιαι κεδναὶ πολίων κυβερνάσιες P. 10.72

    Lexicon to Pindar > κεδνός

  • 5 ἄγω

    ᾰγω (ἄγεις, -ει, -οντι; -οις, -οι; -ων, -οντα), -οντες; -ειν. aor. ἄγᾰγεν), γᾰγον; ᾰγᾰγών, -όντα; ᾰγᾰγέν (v. l. ἀγαγεῖν). impf. ᾰγεν, ἆγεν), ἆγον. fut. ἄξοισι; ἄξοντα): med. ἀγέσθω.)
    1
    a bring (persons, things) οὐδὲ ματρὶ φῶτες γαγον (sc. σέ.) O. 1.46

    μιν ἔλαφον θήλειαν ἄξονθ O. 3.29

    ὑπ' ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν O. 5.14

    ξανθὰν ἀγαγὼν νεφέλαν πολὺν ὗσε χρυσόν O. 7.49

    δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας O. 13.29

    τὸν μὲν ἀμνάσει νάεσσι πολεῖς ἀγαγὲν (v. 1. ἀγαγεῖν.) P. 4.56 δέρμα τε κριοῦ βαθύμαλλον ἄγεινP. 4.161

    τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος P. 4.227

    οὐ τὰν Ἐπιμαθέος ἄγων ὀψινόου θυγατέρα Πρόφασιν P. 5.27

    ἄνδρες τοὺς Ἀριστοτέλης ᾰγαγε ναυσὶ θοαῖς P. 5.87

    νιν εὔφρων δέξεται καλλιγύναικι πάτρᾳ δόξαν ἱμερτὰν ἀγαγόντ' ἀπὸ Δελφῶν P. 9.75

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν ἱππευτᾶν Νομάδων δἰ ὅμιλον P. 9.123

    Περσεὺς ὁπότε τρίτον ἄυσεν κασιγνητᾶν μέρος ἐνναλίᾳ Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων P. 12.12

    ᾤχετο δὲ πρὸς θεόν, κτέατ' ἄγων Τροίαθεν ἀκροθινίων N. 7.41

    καί ποτ' ἐς ἑπταπύλους Θήβας ᾰγαγον στρατὸν ἀνδρῶν N. 9.18

    ἆγε σὺν Τιρυνθίοισιν πρόφρονα σύμμαχον ἐς Τροίαν (sc. Ἡρακλέης.) I. 6.28 Θέμιν Μοῖραι ποτὶ κλίμακα σεμνὰν ἆγον Οὐλύμπου λιπαρὰν καθ' ὁδὸν fr. 30. 4.

    ὧραί τε Θεμίγονοι ἄστυ Θήβας ἐπῆλθον Ἀπόλλωνι δαῖτα φιλησιστέφανον ἄγοντες Pae. 1.8

    ἦλθον ἄγγελοι ὀπίσω Σκυρόθεν Νεοπτόλεμον εὐρυβίαν ἄγοντες Pae. 6.103

    ἵπποι μὲν ἀθάναται Ποσειδᾶνος ἄγοντ' Αἰακ[ Pae. 15.3

    ( Φοῖνιξ· ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι fr. 183.
    b drive τὸν ( θησαυρὸν ὕμνων)

    οὔτε χειμέριος ὄμβρος οὔτ' ἄνεμος ἐς μυχοὺς ἁλὸς ἄξοισι P. 6.13

    ὁπόσα χεριαρᾶν τεκτόνων δαίδαλ' ἄγων Κρισαῖον λόφον ἄμειψεν (sc. Κάρρωτος.) P. 5.36
    c bestow

    αἰὼν δ' μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγων O. 2.10

    ἐς ἀδελφεὸν Χάριτες ἄνθεα τεθρίππων γαγον O. 2.51

    ἀλλ' ἀπήμαντον ἄγων βίοτον αὐτούς τἀέξοι καὶ πόλιν O. 8.87

    κατέβαν ὑγίειαν ἄγων χρυσέαν P. 3.73

    ἀπόλεμον ἀγαγὼν ἐς πραπίδας εὐνομίαν P. 5.66

    Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ θέλοντες ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα P. 10.6

    ὕδατος ὥτε ῥοὰς φίλον ἐς ἄνδρ' ἄγων κλέος ἐτήτυμον αἰνέσω N. 7.62

    εἴ τις εὐδόξων ἐς ἀνδρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων I. 2.34

    met., τελευτὰν κεῖνος αὐταῖς (sc. ταῖς Συμπληγάσι)

    ἡμιθέων πλόος γαγεν P. 4.211

    2
    a guide, be one's guide ἄγει δὲ χάρις φίλων ποί τινος ( ποίνιμος coni. Spiegel.)

    ἀντὶ ἔργων ὀπιζομένα P. 2.17

    οὐ θεῶν ἄτερ ἀλλὰ Μοῖρά τις ἄγεν P. 5.76

    ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ νῖκαι P. 7.13

    Θώρακος ὅσπερ ἐμὰν ποιπνύων χάριν τόδ' ἔζευξεν ἅρμα Πιερίδων τετράορον, φιλέων φιλέοντ ἄγων ἄγοντα προφρόνως P. 10.66

    καὶ θνατὸν οὕτως ἔθνος ἄγει Μοῖρα N. 11.42

    Νόμος ὁ πάντων βασιλεὺς ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί ( πάντας sc.: Boeckh, Wil. preferred to understand τὸ βιαιότατον as ἀπὸ κοινοῦ with ἄγει and δικαιῶν.) fr. 169. 3.
    b guide in various senses, (α) c. pred. adj. ὀρθὰν ἄγεις ἐφημοσύναν. i. e. uphold P. 6.20 (β) employ

    νόῳ δὲ πλοῦτον ἄγει P. 6.47

    ἄγει τ' ἀρετὰν οὐκ αἴσχιον φυᾶς. (v. αἰσχίων.) I. 7.22 (γ) wage, carry on οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ.” P. 9.31
    c in tmesis

    ἐπάγω O. 2.37

    ἀνάγω I. 6.62

    d frag. ἄγοις, ὦ κλυτά, θεράποντα, Λατοῖ fr. 94c. 3.

    Lexicon to Pindar > ἄγω

  • 6 Ἀλεξίδαμος

    ̆αλεξῐδᾱμος acc. to schol. an ancestor of Telesikrates
    1

    ἔνθ' Ἀλεξίδαμος παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν P. 9.121

    Lexicon to Pindar > Ἀλεξίδαμος

  • 7 διά

    1 prep. c. acc.
    a on account of

    πολεμίων καμάτων ἐξ ἀμαχάνων διὰ τεὰν δύναμιν δρακεῖσ' ἀσφαλές P. 2.20

    ἐγὼ δὲ πλέον' ἔλπομαι λόγον Ὀδυσσέος ἢ πάθαν διὰ τὸν ἁδυεπῆ γενέσθ Ὅμηρον N. 7.21

    ὑφ' ἅρμασιν ἵπποι διὰ τεάν, ὤνασσα, τιμὰν ὠκυδινάτοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται I. 5.6

    b through (the midst of)

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν ἱππευτᾶν Νομάδων δἰ ὅμιλον P. 9.123

    καὶ πάγκαρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν ἐργμάτων ἀκτὶς I. 4.41

    μυρίαι δ' ἔργων καλῶν τέτμανθ κέλευθοι καὶ πέραν Νείλοιο παγᾶν καὶ δἰ Ὑπερβορέους I. 6.23

    c through, by the agency of κρίνεται δ' ἀλκὰ διὰ δαίμονας ἀνδρῶν ( τῇ τῶν θεῶν εὐμενείᾳ. Σ. cf. v. 6.: = ἕκατι Wil., SBB, 1909, 828̆{1}) I. 5.11
    2 prep. c. gen.
    a through of movement

    χερσὶ δ' ἄρα Κρονίων ῥίψαις δἰ ἀμφοῖν P. 3.57

    πέταται δ' ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν ὄνυμ αὐτῶν N. 6.48

    δελφῖνι καὶ τάχος δἰ ἅλμας ἶσόν κ' εἴποιμι Μελησίαν N. 6.64

    ὁ καρτερὸς Αἴας ἔπαξε διὰ φρενῶν λευρὸν ξίφος N. 7.26

    ]

    διὰ θυρᾶν ἐπειδ[ Pae. 20.7

    ὁ δ' ἄφ[αρ π]λεκτόν τε χαλκὸν ὑπερη[..].ε τραπεζαν προβάτων ἁλυσιωτὸν δἰ ἑρκέων (supp. Lobel, qui διερκέων legi posse putat) fr. 169. 29.
    b throughout, in, among

    μηκέτ' ἀελίου σκόπει ἄλλο θαλπνότερον ἐν ἀμέρᾳ φαεννὸν ἄστρον ἐρήμας δἰ αἰθέρος O. 1.6

    ἀλλ' Ὅμηρός τοι τετίμακεν δἰ ἀνθρώπων I. 4.37

    αἰὼν δὲ δἰ ὀστέων ἐρραίσθη fr. 111. 5.
    c through, by means of

    αὔξεται καὶ Μοῖσα δἰ ἀγγελίας ὀρθᾶς P. 4.279

    3
    a in tmesis. διὰ γαῖαν τρίχα δασσάμενοι v.

    διαδατέομαι O. 7.75

    b fragg. < δια> e Σ supp. Snell Πα. 1. 1. ]ας δἰ αἰθ[ερ dub. P. Oxy. 2445. 5.

    Lexicon to Pindar > διά

  • 8 ἐπεί

    ἐπεί conj.
    a temporal, c. aor. ind., after, when

    τοῦ ἐράσσατο Ποσειδάν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθώ O. 1.26

    Ἀχιλλέα τ' ἔνεικ, ἐπεὶ Ζηνὸς ἦτορ λιταῖς ἔπεισε, μάτηρ O. 2.79

    φθέγξατ' ἐπεὶ κατὰ γαἶ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν O. 6.14

    βασιλεὺς δ, ἐπεὶ πετράεσσας ἐλαύνων ἵκετ' ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳ εἴρετο παῖδα O. 6.47

    τερπνᾶς δ' ἐπεὶ λάβεν καρπὸν Ἥβας, ἐκάλεσσε Ποσειδᾶν O. 6.57

    δράκοντες, ἐπεὶ κτίσθη νέον, οἱ δύο μὲν κάπετον O. 8.37

    ἐκτίσσατο, ἐπεὶ Ποσειδάνιον πέφνε Κτέατον O. 10.26

    ἀλλ' ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ σύγγονοι κούραν,

    σέλας δ' ἀμφέδραμεν λάβρον Ἁφαίστου, τότ ἔειπεν P. 3.38

    τοί μ' ἐπεὶ πάμπρωτον εἶδον φέγγος, κρύβδα πέμπον” i. e. as soon as P. 4.111

    ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, λέξατο P. 4.188

    ἐπεὶ δ' ἐμβόλου κρέμασαν ἀγκύρας ὕπερθεν, ἐκάλει P. 4.191

    κεῖνόν γε καὶ βαρύκομποι λεόντες περὶ δείματι φύγον, γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν P. 5.59

    μόλον, καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον P. 5.84

    τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν P. 9.80

    ἔνθ' Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν P. 9.121

    μάντιν τ' ὄλεσσε κόραν, ἐπεὶ ἔλυσε δόμους ἁβρότατος P. 11.33

    ἀλλ' ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος P. 12.18

    ἀρχαῖον ὀτρύνων λόγον, ὡς, ἑπεὶ μόλεν, ὡς κροκωτὸν σπάργανον ἐγκατέβα N. 1.35

    Πριάμου πόλιν Νεοπτόλεμος ἐπεὶ πράθεν N. 7.35

    ὁ δ' ὄλβῳ φέρτατος ἵκετ ἐς κείνου γενεάν, ἐπεὶ ἐν χαλκέοις ὅπλοις Τηλεβόας ἔναρεν N. 10.14

    ἐπεὶ δ' ἄλκιμον νέκυν ἐν τάφῳ πολυστόνῳ θέντο Πηλείδαν, ἦλθον ἄγγελοι Pae. 6.98

    ἀνδροδάμαντα δ ἐπεὶ Φῆρες δάεν ῥιπὰν μελιαδέος οἴνου, ἐσσυμένως ἀπὸ μὲν λευκὸν γάλα χερσὶ τραπεζᾶν ὤθεον fr. 166. 1.
    b causal, =

    γάρ. Μοῖσα δ' οὕτω ποι παρέστα μοι. ἐπεὶ στέφανοι πράσσοντί με τοῦτο θεόδματον χρέος O. 3.6

    ὁδὸν ἁγεμονεῦσαι ταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳ ἐπεὶ δέξαντο O. 6.27

    ἀλλά νιν οὐκ εἴασεν. ἐπεὶ εἶπε O. 7.61

    ποτὶ καὶ τὸν ἵκοντ. ἐπεὶ νεφέλᾳ παρελέξατο P. 2.36

    πέμψεν κασιγνήταν ἐς Λακέρειαν, ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος P. 3.34

    ἐκ δ' ἄῤ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν P. 4.122

    τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον. ἐπεὶ θαητὸν εἶδος ἔπλετο P. 9.108

    ἐπεὶ ῥέζοντά τι καὶ παθεῖν ἔοικεν N. 4.31

    ὑπέρτατος Ἁγησιμάχοἰ ὑέων γένετο. ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον

    ἀρετᾶς ἦλθον N. 6.23

    ἐντὶ πρόσοδοι νᾶσον εὐκλέα τάνδε κοσμεῖν. ἐπεί σφιν Αἰακίδαι ἔπορον ἔξοχον αἶσαν N. 6.46

    διὰ τὸν ἁδυεπῆ Ὅμηρον. ἐπεὶ ψεύδεσί οἱ ποτανᾷ τε μαχανᾷ σεμνὸν ἔπεστί τι N. 7.22

    (by entertaining the Dioskouroi they have become great athletes)

    ἐπεὶ εὐρυχόρου ταμίαι Σπάρτας ἀγώνων μοῖραν διέποντι N. 10.51

    πότμον ἀμπιπλάντες ὁμοῖον. ἐπεὶ τοῦτον εἵλετ' αἰῶνα N. 10.57

    χορεύων τὰν ἁλιερκέα Ἰσθμοῦ δειράδ. ἐπεὶ στεφάνους ἓξ ὤπασεν Καδμοῦ στρατῷ ἐξ ἀέθλων I. 1.10

    μὴ φθονεραῖσι φέρειν γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ ἀντὶ μόχθων ξυνὸν ὀρθῶσαι καλόν I. 1.45

    ἀλλ' οὔ σφιν ἄμβροτοι τέλεσαν εὐνὰν θεῶν πραπίδες, ἐπεὶ θεσφάτων ἐπάκουσαν I. 8.31

    Δωρίων ἔλαχεν σελίνων. ἐπεὶ περικτίονας ἐνίκασε I. 8.64

    ἔσχον Δᾶλον, ἐπεί σφιν Ἀπόλλων δῶκεν Ἀστερίας δέμας οἰκεῖν Pae. 5.40

    ἐπεὶ αυ[ Πα. 7B. 13. πατρῶἰ ἐπεί[ Θρ. 4. 12. following impv.: “κράτει δὲ πέλασον. ἐπεὶ τρεῖς τε καὶ δέκ' ἄνδρας ὀλέσαιςO. 1.79

    δίδοι τέ οἱ αἰδοίαν χάριν. ἐπεὶ ὕβριος ἐχθρὰν ὁδὸν εὐθυπορεῖ O. 7.90

    ἀπό μοι λόγον τοῦτον, στόμα, ῥῖψον. ἐπεὶ τό γε λοιδορῆσαι θεοὺς ἐχθρὰ σοφία O. 9.37

    κλῦτ, ἐπεὶ εὔχομαι O. 14.5

    μήτ' ἀρετάν ποτε σιγάτω πατρῴαν μηδὲ τούσδ ὕμνους. ἐπεί τοι οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν I. 2.45

    Κλεάνδρῳ πλεκέτω μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τ' ἀγὼν σὺν τύχᾳ ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν I. 8.67

    following a wish:

    θεὸς εὔφρων εἴη λοιπαῖς εὐχαῖς. ἐπεί νιν αἰνέω O. 4.14

    ἐν τίν κ' ἐθέλοι εὐτυχῶς ναίειν. ἐπεὶ τετραόροισιν ὥθ ἁρμάτων ζυγοῖς ἐν τεμένεσσι δόμον ἔχει τεοῖς N. 7.93

    introducing parenthesis:

    ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμένα ἔπακτον στυγερώτατος O. 10.88

    introducing example: τεκμαίρομαι ἔργοισιν Ἡρακλέος. ἐπεὶ Γηρυόνα βόας ἔλασεν fr. 169. 6. introducing question: ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν, καὶ κεῖνος ὅσα χάρματ' ἄλλοις ἔθηκεν, τίς ἂν φράσαι δύναιτο; O. 2.98 ἐπεὶ ἀντίον πῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν; O. 9.29 ἐπεὶ τίνα πάτραν, τίνα οἶκον ναίων ὀνυμάξεαι ἐπιφανέστερον; P. 7.5
    c fragg. ]

    διὰ θυρᾶν ἐπειδ[ Pae. 20.7

    ]ἐπεὶ πάντα[ ?fr. 334a. 11.

    Lexicon to Pindar > ἐπεί

  • 9 νομάδες

    b subs., a Libyan tribe, living near Irasa.

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν ἱππευτᾶν Νομάδων δἰ ὅμιλον P. 9.123

    Lexicon to Pindar > νομάδες

  • 10 ὅμιλος

    ὅμῑλος (-ος, -ον.)
    1 gathering

    παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν ἱππευτᾶν Νομάδων δἰ ὅμιλον P. 9.123

    μόλεν Δανάας ποτὲ παῖς ἐς ἀνδρῶν μακάρων ὅμιλον P. 10.46

    τυφλὸν δ' ἔχει ἧτορ ὅμιλος ἀνδρῶν ὁ πλεῖστος N. 7.24

    φαινομέναν δ' ἄῤ ἐς ἄταν σπεῦδεν ὅμιλος ἱκέσθαι i. e. the army of the Seven against Thebes N. 9.21

    εὐανθἔ ἀπέπνευσας ἁλικίαν προμάχων ἀν' ὅμιλον I. 7.35

    ἔιδεν οὔτε πατρωίαις ἐν ἀρούραις ἵππους Μυρμιδόνων, χαλκοκορυστὰν ὅμιλον ἐγείρων ( χαλκοκορυστᾶν ὁμίλει Wil.) Πα.. 1. ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον fr. 183.

    Lexicon to Pindar > ὅμιλος

  • 11 φεύγω

    φεύγω (φεύγομεν, -οντι; -ων; -ειν: impf. φεῦγε: aor. φᾰγε, -ον; -οι; -ών, -όντα, -όντες; -εῖν: pf. πεφευγότες.)
    1 escape, avoid
    a c. acc.

    τίνα κεν φύγοι ὕμνον κεῖνος ἀνὴρ O. 6.6

    γνῶναί τ' ἔπειτ, ἀρχαῖον ὄνειδος εἰ φεύγομεν, Βοιωτίαν ὗν O. 6.90

    ἐμὲ δὲ χρεὼν φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν P. 2.53

    κεῖνόν γε καὶ βαρύκομποι λέοντες περὶ δείματι φύγον (byz.: φεῦγον codd.) P. 5.58

    τρὶς δὴ πόλιν τάνδ' εὐκλείξαι σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών P. 9.92

    πόνων δὲ καὶ μαχᾶν ἄτερ οἰκέοισι φυγόντες ὑπέρδικον Νέμεσιν P. 10.43

    ἐπεὶ σπλάγχνων ὕπο ματέρος αὐτίκα θαητὰν ἐς αἴγλαν παῖς Διὸς ὠδῖνα φεύγων διδύμῳ σὺν κασιγνήτῳ μόλεν N. 1.36

    φεῦγε γὰρ Ἀμφιαρῆ ποτε θρασυμήδεα (sc. Ἄδραστος) N. 9.13 θάνατόν τε φυγὼν καὶ γῆρας ἀπεχθόμενονN. 10.83 ]

    φγον ἄνδρα Pae. 12.22

    δει]ματι σχόμεναι φύγον Pae. 20.17

    ]α φυγόντα νιν καὶ μέλαν ἕρκος ἅλμας Δ. 1. 1. βαρυβόαν πορθμὸν πεφευγότες Ἀχέροντος (sc. οἱ θεοί) fr. 143. 3.
    b abs., flee

    ἐν γὰρ δαιμονίοισι φόβοις φεύγοντι καὶ παῖδες θεῶν N. 9.27

    c c. acc. cogn. ἔνθ' Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν ἆγεν (i. e. he outstripped his competitors) P. 9.121
    d fragg. τὸ δὲ φυγεῖν Δ... ]οι φύγον ον[ fr. 140a. 53 (27). ] ν φευγο[ fr. 215b, col. 2. 18.

    Lexicon to Pindar > φεύγω

Поделиться ссылкой на выделенное

Прямая ссылка:
Нажмите правой клавишей мыши и выберите «Копировать ссылку»